Κυριακή, 26 Οκτωβρίου 2014

363 - Η προέλευση του λειψάνου του αίματος του Χριστού στον Άγιο Μάρκο της Βενετίας

 Η προέλευση του λειψάνου του αίματος του Χριστού στον Άγιο Μάρκο της Βενετίας http://leipsanothiki.blogspot.be/
Λειψανοθήκες με λείψανο ή λείψανα του αχράντου αίματος του Χριστού στον Άγιο Μάρκο της Βενετίας.
Το βυζαντινό κειμήλιο του αχράντου αίματος του Χριστού προερχόταν από μία εικόνα του Χριστού
στη Βυρητό, από την οποίαν έρρευσε θαυματουργικά αίμα και νερό όταν λογχίστηκε από Εβραίους.


Στην ανάρτηση της λειψανοθήκης 349 - Το λείψανο του αχράντου αίματος του Χριστού στον Άγιο Μάρκο της Βενετίας είχαμε πραγματευτεί διάφορες μικρές λειψανοθήκες που περιείχαν ή περιέχουν μικρή ποσότητα απο υποτιθέμενο αίμα του Χριστού και αποθησαυρίζονται στον Άγιο Μάρκο της Βενετίας.

Το λείψανο του αχράντου αίματος του Χριστού υπήρξε ένα βυζαντινό κειμήλιο και ήταν ένα από τα τέσσερα υπερπολύτιμα λείψανα που έφερε μαζί του από την Κωνσταντινούπολη ο Δόγης της Βενετίας Ερρίκος Δάνδολος ως  μέρος των λαφύρων από την άλωση της Κωνσταντινούπολης το 1204 από τους Σταυροφόρους.

Είχαμε τότε υποθέσει ότι το άχραντο αίμα του Χριστού συγκεντρώθηκε με κάποιο τρόπο κατά τη διάρκεια της αποκαθήλωσης από τον σταυρό και της προετοιμασίας του σώματος του Χριστού για την ταφή, όμως περαιτέρω έρευνα στις πηγές μάς αποκάλυψε άλλη προέλευση και συγκεκριμένα τη Βηρυτό. Προερχόταν από μία εικόνα του Χριστού, από την οποίαν έρρευσε θαυματουργικά αίμα και νερό όταν λογχίστηκε από Εβραίους.

Διαβάστε περισσότερα παρακάτω:


1. Βηρυτός (; αιώνας)

Σε λόγο που αποδίδεται στον Μέγα Αθανάσιο (περ. 298 – 2 Μαΐου 373) και περιέχεται στην Ελληνική Πατρολογία (Patrologiae Graecae Cursus Completus) περιγράφεται το ακόλουθο γεγονός: 

Ένας Χριστιανός είχε ένα σπίτι πλησίον της εβραϊκής συναγωγής στην πόλη της Βηρυτού. Στο σπίτι είχε ψηλά κρεμασμένη μία φορητή εικόνα του Χριστού. Κάποτε έφυγε από εκεί, γιατί έψαχνε μεγαλύτερο σπίτι, και νοίκιασε το σπίτι σε κάποιον Ιουδαίο ξεχνώντας όμως να πάρει την εικόνα του Χριστού μαζί του. Ο Ιουδαίος, ο οποίος δεν παρατήρησε αρχικά την εικόνα, κάλεσε μία μέρα έναν ομοεθνή του να φάνε μαζί. Ο προσκαλεσμένος πρόσεξε την εικόνα του Χριστού και διέβαλλε αυτόν που τον προσκάλεσε στους Εβραίους αρχιερείς λέγοντάς τους ότι ο δείνα έχει εικόνα του Χριστού στο σπίτι του. Θυμωμένοι οι αρχιερείς μαζί με όχλο πηγαίνουν στο σπίτι εκείνου που είχε την εικόνα και, αφού έκαναν τον ίδιο αποσυνάγωγο, αρχίζουν να 'βασανίζουν' την εικόνα, με τον ίδιο τρόπο που έκαναν οι πρόγονοί τους με τον ίδιο τον Χριστό. Ανάμεσα στα 'βασανιστήρια' ήταν και ο λογχισμός της εικόνας, από όπου όμως έρρευσε θαυματουργικά αίμα και νερό. Με εκείνο το αίμα και το νερό θα θεραπευτούν πολλοί Ιουδαίοι, οι οποίοι θα προσέλθουν στον χριστιανισμό.  

Η Ελληνική Πατρολογία έχει δύο ελληνικές παραλλαγές του λόγου (PG 28, 797-802, 802–812), χωρίς ουσιώδεις διαφορές μεταξύ τους, από τις οποίες αναδημοσιεύουμε παρακάτω τη συντομότερη και μάλλον την παλαιότερη:

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Περὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ γενομένου θαύματος ἐν Βερυτῷ τῇ πόλει.

Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο, ὅπερ γέγονε νῦν. Ἐμβλέψατε εἰς τὸ ἄπειρον θαῦμα τοῦ Θεοῦ, καὶ δότε αὐτῷ δόξαν τῷ Θεῷ, κατανοήσατε εἰς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ' εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ὁ γὰρ Θεὸς ἡμῶν, καὶ ἐφ' ἡμῶν, ἐκστήσεται πᾶσα καρδία τῶν ἀκουόντων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τῷ τετολμημένῳ τούτῳ τῷ θεάματι· ἐταράχθη πάλιν ἄβυσσος, καὶ ἥλιος ἐσκοτίσθη, καὶ οἱ ἀστέρες, καὶ ἡ σελήνη ὁμοίως ἐπὶ τῷ γεγονότι. Ἀλλὰ πάλιν ηὐφράνθησαν ἐπὶ τῇ οἰκονομίᾳ τῇ γενομένῃ ὑπὸ Κυρίου πᾶσαι τῶν οὐρανῶν δυνάμεις. Ἀκούσατε οὖν, ἀδελφοὶ, καὶ ἔκστητε, ᾧ γέγονε ταῖς ἡμέραις ἡμῶν συνιέντες συνίετε, καὶ τὸ οὖς ὑμῶν κλίνατε τῆς καρδίας, καὶ ἀκούσατε. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη ἐν μεθορίοις Τύρου καὶ Σιδῶνος, τελοῦσα δὲ Ἀντιοχείας. Ἐνταύτῃ οὖν τῇ πόλει τῇ Βηρυτῷ πλήθη πολλά εἰσι τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν, μεγάλης οὔσης σφόδρα, Χριστιανὸς ἔλαβε κελλίον ἐν οἰκίῳ παρά τινος· ἐν ᾧ κατοικῶν ἄντικρυς τοῦ ἀκουβίτου αὐτῶν, ἐποίησεν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σεμνῶς ἐζωγραφημένην, ὁλόστατον ἔχουσαν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χρόνου δὲ ὀλίγου διελθόντος, ἐπεζήτησε οἶκον μείζονα ὁ Χριστιανὸς ὡς χρῄζων. Τοῦτο δὲ ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾠκονόμησε χάρις, ὥς γε ἐγὼ πείθομαι, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτὸν εἰς ἔλεγχον τῶν ἀσεβῶν, στηριγμὸν δὲ τῶν πιστῶν. Ἐζήτει οὖν ὁ Χριστιανὸς, ὡς ἔφην, μείζονα οἶκον, καὶ εὑρών τι ἀπὸ τῆς πόλεως, μετῆρεν ἐκεῖσε, καὶ μετὰ χαρᾶς πάντα τὰ αὐτοῦ, καὶ καταλείπων ἐξ οἰκονομίας Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἀφῆκε, καθὰ ἔφην. Ἰουδαῖος δέ τις ἔλαβεν ἐνοικίῳ τὸν οἶκον ἐκεῖνον, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Εἰσαγαγὼν δὲ πάντα τὰ αὐτοῦ κατέμενεν ἐν οἴκῳ, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵστατο ἐκεῖ. Οὐδὲ γὰρ ἐνόησε τὸν τόπον ἐκεῖνον, ἀλλ' εἰσελθὼν κατέμενεν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν ὁ αὐτὸς Ἰουδαῖος σύνεθνον αὐτοῦ ἐπὶ ἄριστον. Καὶ ἐν τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ κληθεὶς Ἰουδαῖος εἰς τὴν εἰκόνα τοῦ ἐσταυρωμένου, ἐκεῖ ὕβρεις παμπόλλας καὶ ἀθεμίτους, ἀφ' ἧς ὥρας εἶδε τὴν εἰκόνα τοῦ Θεοῦ, κατ' αὐτῆς εἶπε, ἃς οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰουδαῖον λέγων, ὅτι Μέχρι τοῦ παρόντος οὐκ εἶδον τὴν εἰκόνα ταύτην. Καὶ ἐσιώπησεν ὁ κληθείς. Ἀπελθὼν δὲ πρὸς τοὺς ἀρχιερεῖς, διαβάλλει τὸν Ἰουδαῖον τὸν ἐκ τῷ οἴκῳ λέγων, ὅτι Ὁ δεῖνα εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ ἀκούσαντες ἐπλήσθησαν θυμοῦ μεγάλου, καὶ τὴν ἑσπέραν ἐκείνην ἡσύχασαν. Πρωΐας δὲ ἤδη γενομένης, παραλαμβάνουσιν οἱ ἀρχιερεῖς αὐτὸν τὸν διαβάλλοντα τὸν Ἰουδαῖον καὶ ὄχλον πολλὸν ἔθνους αὐτῶν, καὶ ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἰουδαίου, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Γενόμενοι ἐπὶ τοῦ τόπου, εἰσεπήδησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι σὺν τῷ καταμηνύσαντι, καὶ ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου ἱσταμένην, ὑποδείξαντος ἐκείνου. Τότε θυμωθέντες σφόδρα, τὸν μὲν Ἰουδαῖον τὸν κατοικοῦντα ἐν τῷ οἴκῳ ἀποσυνάγωγον ποιήσαντες ἤλασαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταναγόντες ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτὸν τότε τὸν τοιοῦτον. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον αὐτοῦ τῆς ἁγίας εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον ἔνθεν καὶ ἔνθεν. Καὶ ταύτην ῥαπίζοντες, ἔλεγον· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν καὶ ἡμεῖς τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ἠκούσαμεν, ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Θεοῦ. Ἀπορῶ δὲ λέγειν ὑμῖν ὃ τότε τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε καὶ τοὺς πόδας καὶ τὰς χεῖρας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν ἥλους. Πάλιν λέγουσι μεμηνότες· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτὸ καὶ ἡμεῖς· καὶ ἐποίησαν προσθέντες εἰς τὸ στόμα τοῦ Κυρίου σπόγγον ὄξου πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκαμεν, ὅτι καλάμῳ ἔτυψαν αὐτοῦ τὴν κεφαλὴν οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον ἔτυπτον τὴν κεφαλὴν τῆς εἰκόνος. Τέλος λοιπὸν λέγουσιν, ὡς Ἀκριβῶς μανθάνομεν, ὅτι τὴν πλευρὰν αὐτοῦ λόγχῃ ἤνοιξαν· μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέστρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην· καὶ ἀρὼν κατὰ τῆς εἰκόνος τοῦ Κυρίου, εὐθέως οὖν ἀνέβλυσε πλῆθος αἵματος καὶ ὕδατος ἐξ αὐτῆς. Χριστὲ, δόξα σοι· ἀκατάληπτε, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ, Θεὸς, ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος τῆς τοῦ Σωτῆρος ἡμῶν μεγαλειότητος! ἔφριξαν ἀληθῶς αἱ ἄνω ἅγιαι δυνάμεις καὶ ἐπὶ τοῦτο. Πόσος εἶ, Δέσποτα, εἰς φιλανθρωπίαν! Ὁπόσος σὺ ἐν ἐλέει! Πρώην γὰρ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθης ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὁ αὐτὸς ἐν τῇ θεότητι. Νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι σου ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πιστευόντων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀμήν. Ὑμεῖς δὲ, τέκνα, ἀκούσατε τὰ λοιπὰ, ἅπερ ᾠκονόμησεν ἡ αὐτοῦ ἀγαθότης. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὡς ἑτέρως εἴρηται, λέγουσιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· Ἐπειδὴ θρυλοῦσιν αὐτὸν οἱ σεβόμενοι ὅτι καὶ ἰάσεις πολλὰς ἐποίησε, λάβωμεν αὐτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Τότε προσήνεγκαν τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν κατὰ τὸν τόπον τῆς σφαγῆς τῆς λόγχης, ὅθεν ἐξίει τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἔπλησαν τὴν βῆσσαν. Καὶ ἀπαγαγόντες, ἐμπαίζοντες, ἵνα, ὡς ἐνόμιζον, ὑβρίσωσιν ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδησε, καὶ ἥλατο ὑγιανθεὶς καθόλου ὁ ἄνθρωπος. Εἶτα ἤγαγον τυφλοὺς, κἀκεῖνοι ὁμοίως χρισθέντες ἀνέβλεψαν, δαιμονιῶντες ἀναρίθμητοι παραυτίκα ἐκαθαρίσθησαν. Ταραχὴ γέγονε μεγάλη κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐπιτρεχόντων διὰ τὰ ἄπειρα θαύματα. Ἐκινήθησαν πάντα τὰ πλήθη τῶν Ἰουδαίων, τῶν οἰκούντων τὴν πόλιν, ὡς μήτε τὴν συναγωγὴν αὐτῶν, καίτοι μεγίστην οὖσαν, χωρεῖν, μήτε τὸν τόπον, τοῦ πλήθους τοῦ ἀπείρου λαοῦ συνδραμόντος διὰ τὰ ἄπειρα θαύματα. Πάντες δὲ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ ὁ λαὸς, καὶ τὰ πλήθη τῶν Ἰουδαίων, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κράζοντες καὶ λέγοντες· Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, καὶ ἀφ' ἡμῶν νῦν σταυρωθεὶς ἐπὶ τῇ εἰκόνι σου. Δόξα σοι, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τοσαῦτα ποιήσας θαυμάσια. Σοὶ πιστεύομεν· ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς. Ταῦτα ἐβόων ἅπαντες πενθοῦντες· καὶ αἱ βοαὶ αὐτῶν ἀνεπέμποντο, ἀρχιερέων χριόντων, καὶ πάντων θεραπευομένων καὶ ζωοποιουμένων. Μετὰ δὲ τὸ πάντας ἰαθῆναι, αὖθις πρὸς ἐπίσκοπον τῆς ἐκεῖσε Ἐκκλησίας, ἤδη μεμαθηκόντα τὰ γενόμενα, τὰ πλήθη τῶν Ἰουδαίων κατέδραμον, κράζοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς αὐτοῦ μονογενὴς, εἷς Χριστὸς ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν· αὐτὸν Θεὸν οἴδαμεν, τούτῳ ἡμεῖς πιστεύομεν. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τήν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ δείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ εἰκόνα, τό τε αἷμα καὶ τὸ ὕδωρ ἐμήνυον, καὶ τὸ πῶς ἐξελήλυθεν ἀπὸ τῆς πλευρᾶς τῆς εἰκόνος, τῶν τε ἀπείρων θαυμάτων τὰ γεγονότα. Οὕτως ἅπαντα τὰ πλήθη τοῦ ἁγίου βαπτίσματος ἀξιωθῆναι ἱκέτευον. Οὓς λαβὼν ὁ ἐπίσκοπος ἅμα τῷ ἐκεῖσε κλήρῳ πάντας ἐπὶ πολλὰς ἡμέρας ἐβάπτισε. Τὴν δὲ συναγωγὴν ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφιέρωσεν, ἐκείνων παρακαλεσάντων· τὰς δὲ λοιπὰς συναγωγὰς αὐτῶν μαρτύρια πεποίηκε. Καὶ ἐκ τούτου χαρὰ μεγάλη γέγονεν ἐν τῇ πόλει ἐκείνῃ, οὐ μόνον σωμάτων ἰαθέντων, ἀλλὰ καὶ τοσούτων ψυχῶν ἐκ νεκρῶν εἰς ζωὴν ἐπανελθόντων. Ταῦτα γνοὺς ἐγὼ, ἐσπούδασα δηλῶσαι ὑμῖν, προσφιλέστατοι ἀδελφοὶ, εἰς ὠφέλειαν τῶν ψυχῶν ὑμῶν· ἵνα, γνόντες καὶ ἐπὶ τούτῳ τοῦ ἡμετέρου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν δύναμιν, πλέον τῇ εἰς αὐτὸν στερεωθῆτε πίστει, καὶ ἀγαλλιασθῆτε ἐπὶ τοῖς μεγάλοις αὐτοῦ θαύμασι τοῖς νῦν γεγενημένοις. Δότε οὖν αὐτῷ δόξαν μετ' εὐφροσύνης, καὶ κατάνυξιν καρδίας, καὶ θρήνῳ χαίροντες, καὶ εὐχαριστοῦντες ἐπὶ τῇ αὐτοῦ μεγαλειότητι, ὅτι τῆς αὐτοῦ πίστεως ἡμᾶς ἠξίωσε, καὶ τῆς αὐτοῦ ἐπιγνώσεως. Ναὶ, τέκνα μου ἀγαπητὰ, γνῶμεν καὶ ἐπὶ τοῦ παρόντος τοῦ ἀπεράντου ἡμῶν Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ δοξάσωμεν τὴν αὐτοῦ ἀγαθότητα, τοῦ ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος. Αὐτῷ γὰρ πρέπει τιμὴ, κράτος, μεγαλοσύνη καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2. Κωνσταντινούπολη (10ος αιώνας)

Το 968, το αίμα που είχε συλλεχθεί από την εικόνα μεταφέρθηκε στην Κωνσταντινούπολη από τον αυτοκράτορα Νικηφόρο Φωκά και τοποθετήθηκε στην εκκλησία της Θεοτόκου του Φάρου μέσα στο βυζαντινό παλάτι. Ενώ το 975, ο αυτοκράτορας Ιωάννης Α΄ Τσιμισκής μετέφερε την θαυματουργή εικόνα στην Κωνσταντινούπολη και την τοποθέτησε στο περεκκλήσι δίπλα στη Χαλκή Πύλη του Μεγάλου Παλατίου της Κωνσταντινούπολης.


 Η προέλευση του λειψάνου του αίματος του Χριστού στον Άγιο Μάρκο της Βενετίας http://leipsanothiki.blogspot.be/
Ernst von Dobschütz, Christusbilder: Untersuchungen zur christlichen Legende,Leipzig, 1899,
σ. 218, αριθμ. 71.
  
3. Βενετία (13ος αιώνας)

Το 1204 το αίμα που είχε συλλεχθεί από την εικόνα της Βηρυτού και αποθησαυριζόταν στην εκκλησία της Θεοτόκου του Φάρου μέσα στο βυζαντινό παλάτι περιήλθε στην κατοχή του Ερρίκου Δάνδολου. Τότε ή λίγο αργότερα καταλήγει στον Άγιο Μάρκο της Βενετίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...